Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.1 | Dem. 55.4 (English) | >>Dem. 55.7 |
55.2ἐξελεγχθεὶς δὲ φανερῶς καὶ περιγενομένου μου τῆς τούτων σκευωρίας πάλιν δύο δίκας ἐρήμους μου κατεδιῃτήσατο , τὴν μὲν αὐτὸς χιλίων δραχμῶν , τὴν δὲ τὸν ἀδελφὸν τουτονὶ πείσας Καλλικράτην . δέομαι δὴ πάντων ὑμῶν ἀκοῦσαί μου καὶ προσέχειν τὸν νοῦν , οὐχ ὡς αὐτὸς δυνησόμενος εἰπεῖν , ἀλλʼ ἵνʼ ὑμεῖς ἐξ αὐτῶν τῶν πραγμάτων καταμάθητε , ὅτι φανερῶς συκοφαντοῦμαι .
ἓν μὲν οὖν , ὦ ἄνδρες Ἀθηναῖοι , πρὸς ἅπαντας τοὺς τούτων λόγους ὑπάρχει μοι δίκαιον . τὸ γὰρ χωρίον τοῦτο περιῳκοδόμησεν ὁ πατὴρ μικροῦ δεῖν πρὶν ἐμὲ γενέσθαι , ζῶντος μὲν ἔτι Καλλιππίδου τοῦ τούτων πατρὸς καὶ γειτνιῶντος , ὃς ἀκριβέστερον ᾔδει δήπου τούτων , ὄντος δὲ Καλλικλέους ἀνδρὸς ἤδη καὶ ἐπιδημοῦντος Ἀθήνησιν .
55.4ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτʼ ἐγκαλῶν οὐδεὶς πώποτʼ ἦλθεν οὔτε μεμφόμενος (καίτοι δῆλον ὅτι καὶ τόθʼ ὕδατα πολλάκις ἐγένετο ), οὐδʼ ἐκώλυσεν ἐξ ἀρχῆς , εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν ὁ πατὴρ τὸ ἡμέτερον χωρίον , ἀλλʼ οὐδʼ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο , πλέον μὲν ἢ πεντεκαίδεκʼ ἔτη τοῦ πατρὸς ἐπιβιόντος , οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου .
55.5καίτοι , ὦ Καλλίκλεις , ἐξῆν δήπου τόθʼ ὑμῖν , ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν , ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέρα “Τεισία , τί ταῦτα ποιεῖς ; ἀποικοδομεῖς τὴν χαράδραν ; εἶτʼ ἐμπεσεῖται τὸ ὕδωρ εἰς τὸ χωρίον τὸ ἡμέτερον ”, ἵνʼ εἰ μὲν ἐβούλετο παύσασθαι , μηδὲν ἡμῖν ἦν δυσχερὲς πρὸς ἀλλήλους , εἰ δʼ ὠλιγώρησεν καὶ συνέβη τι τοιοῦτον , μάρτυσιν εἶχες τοῖς τότε παραγενομένοις χρῆσθαι .
55.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 55.1 | Dem. 55.4 (English) | >>Dem. 55.7 |